Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.22.1 | Hdt. 5.23.3 (English) | >>Hdt. 5.24.3 |
5.23.1
ταῦτα μέν νυν οὕτω κῃ ἐγένετο . Μεγάβαζος δὲ ἄγων τοὺς Παίονας ἀπίκετο ἐπὶ τὸν Ἑλλήσποντον · ἐνθεῦτεν διαπεραιωθεὶς ἀπίκετο ἐς τὰς Σάρδις . ἅτε δὲ τειχέοντος ἤδη Ἱστιαίου τοῦ Μιλησίου τὴν παρὰ Δαρείου αἰτήσας ἔτυχε μισθὸν δωρεὴν φυλακῆς τῆς σχεδίης , ἐόντος δὲ τοῦ χώρου τούτου παρὰ Στρυμόνα ποταμὸν τῷ οὔνομα ἐστὶ Μύρκινος , μαθὼν ὁ Μεγάβαζος τὸ ποιεύμενον ἐκ τοῦ Ἱστιαίου , ὡς ἦλθε τάχιστα ἐς τὰς Σάρδις ἄγων τοὺς Παίονας , ἔλεγε Δαρείῳ τάδε ·
5.23.2 “ὦ βασιλεῦ , κοῖόν τι χρῆμα ἐποίησας , ἀνδρὶ Ἕλληνι δεινῷ τε καὶ σοφῷ δοὺς ἐγκτίσασθαι πόλιν ἐν Θρηίκῃ , ἵνα ἴδη τε ναυπηγήσιμος ἐστὶ ἄφθονος καὶ πολλοὶ κωπέες καὶ μέταλλα ἀργύρεα , ὅμιλός τε πολλὸς μὲν Ἕλλην περιοικέει πολλὸς δὲ βάρβαρος , οἳ προστάτεω ἐπιλαβόμενοι ποιήσουσι τοῦτο τὸ ἂν κεῖνος ἐξηγέηται καὶ ἡμέρης καὶ νυκτός .
5.23.3 σύ νυν τοῦτον τὸν ἄνδρα παῦσον ταῦτα ποιεῦντα , ἵνα μὴ οἰκηίῳ πολέμῳ συνέχῃ · τρόπῳ δὲ ἠπίῳ μεταπεμψάμενος παῦσον . ἐπεὰν δὲ αὐτὸν περιλάβῃς , ποιέειν ὅκως μηκέτι κεῖνος ἐς Ἕλληνας ἀπίξεται .”
ch. 24
5.24.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.22.1 | Hdt. 5.23.3 (English) | >>Hdt. 5.24.3 |